Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.53 Joseph. AJ 8.58 (English) >>Joseph. AJ 8.61

8.56ταῦτα μὲν οὖν διεξῆλθον βουλόμενος γνῶναι τοὺς ἐντευξομένους, ὅτι μηδὲν μᾶλλον ἔξω τῆς ἀληθείας λέγομεν, μηδὲ πιθανοῖς τισι καὶ πρὸς ἀπάτην καὶ τέρψιν ἐπαγωγοῖς τὴν ἱστορίαν διαλαμβάνοντες τὴν μὲν ἐξέτασιν φεύγειν πειρώμεθα, πιστεύεσθαι δʼ εὐθὺς ἀξιοῦμεν, οὐδὲ συγκεχωρημένον ἡμῖν κατεξανισταμένοις τοῦ πρέποντος τῇ πραγματείᾳ ἀθῴοις ὑπάρχειν, ἀλλὰ μηδεμιᾶς ἀποδοχῆς τυγχάνειν παρακαλοῦντες, ἂν μὴ μετὰ ἀποδείξεως καὶ τεκμηρίων ἰσχυρῶν ἐμφανίζειν δυνώμεθα τὴν ἀλήθειαν. 8.57

δὲ βασιλεὺς Σολόμων ὡς ἐκομίσθη τὰ παρὰ Τυρίων βασιλέως γράμματα τήν τε προθυμίαν αὐτοῦ καὶ τὴν εὔνοιαν ἐπῄνεσε καὶ οἷς ἠξίωσε τούτοις αὐτὸν ἠμείψατο, σίτου μὲν αὐτῷ κατʼ ἔτος πέμψας δισμυρίους κόρους καὶ τοσούτους ἐλαίου βάτους, δὲ βάτος δύναται ξέστας ἑβδομήκοντα δύο· τὸ δʼ αὐτὸ μέτρον καὶ οἴνου παρεῖχεν. 8.58 μὲν οὖν Εἱρώμου φιλία καὶ Σολόμωνος ἀπὸ τούτων ἔτι μᾶλλον ηὔξησε καὶ διαμένειν ὤμοσαν εἰς ἅπαν. δὲ βασιλεὺς ἐπέταξε παντὶ τῷ λαῷ φόρον ἐργάτας τρισμυρίους, οἷς ἄπονον τὴν ἐργασίαν κατέστησε μερίσας αὐτὴν συνετῶς· μυρίους γὰρ ἐποίησε κόπτοντας ἐπὶ μῆνα ἕνα ἐν Λιβάνῳ ὄρει δύο μῆνας ἀναπαύεσθαι παραγινομένους ἐπὶ τὰ οἰκεῖα, μέχρις οὗ πάλιν οἱ δισμύριοι τὴν 8.59ἐργασίαν ἀναπληρώσωσι κατὰ τὸν ὡρισμένον χρόνον ἔπειθʼ οὕτως συνέβαινε τοῖς πρώτοις μυρίοις διὰ τετάρτου μηνὸς ἀπαντᾶν ἐπὶ τὸ ἔργον. ἐγεγόνει δʼ ἐπίτροπος τοῦ φόρου τούτου Ἀδώραμος. ἦσαν δʼ ἐκ τῶν παροίκων οὓς Δαυίδης καταλελοίπει τῶν μὲν παρακομιζόντων τὴν λιθίαν καὶ τὴν ἄλλην ὕλην ἑπτὰ μυριάδες, τῶν δὲ λατομούντων ὀκτάκις μύριοι, τούτων δʼ ἐπιστάται τρισχίλιοι καὶ τριακόσιοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.53 Joseph. AJ 8.58 (English) >>Joseph. AJ 8.61

Powered by PhiloLogic